Άγιος Ιωάννης ο Πρόδρομος

ΜΝΗΜΗ ΚΑΙ ΕΟΡΤΑΣΜΟΙ ΤΟΥ ΑΓΙΟΥ

Ι.Ν. Αγίου Ιωάννου 01Η Ορθόδοξη Εκκλησία μας τιμά και γιορτάζει τη μνήμη του Αγίου Ιωάννου του Προδρόμου πολλές φορές στη διάρκεια του έτους. Η σύναξη του Αγίου Ιωάννου του Προδρόμου εορτάζεται στις 7 Ιανουαρίου εκάστου έτους, δηλαδή την επομένη των Θεοφανείων. Η σύλληψη του Αγίου Ιωάννου εορτάζεται στις 23 Σεπτεμβρίου, ενώ το γενέθλιο στις 24 Ιουνίου. Στις 29 Αυγούστου η Εκκλησία μας θυμάται την Αποτομή της Τιμίας Κεφαλής του Αγίου Ιωάννου, ενώ στις  24 Φεβρουαρίου τιμάται η Α’ και Β’ Εύρεση της Τιμίας Κεφαλής και στις 25 Μαΐου η Γ’ Εύρεση.

Στον Ορχομενό, στην ενορία της Παναγίας της Σκριπούς, υπάρχει τρισυπόστατος ναός αφιερωμένος στον Άγιο Ιωάννη τον Πρόδρομο, στον Άγιο Ιωάννη το Χρυσόστομο και στον Άγιο Ιωάννη το Θεολόγο. Ο ναός τιμά τη μνήμη του Αγίου και λειτουργεί σε όλες τις παραπάνω ημερομηνίες, ενώ ιδιαίτερα πανηγυρίζει στη Σύναξη του Προδρόμου (7 Ιανουαρίου) και στην ανάμνηση της Αποτομής της Τιμίας Κεφαλής του Αγίου (29 Αυγούστου).

>>> Περισσότερες πληροφορίες για το παρεκκλήσι του Αγίου Ιωάννου

ΥΜΝΟΛΟΓΙΑ ΤΟΥ ΑΓΙΟΥ

ΣΥΝΑΞΗ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ

Ἀπολυτίκιον Απολυτίκιο Συνάξεως Ιωάννου του Προδρόμου
Ἦχος β’.
Μνήμη δικαίου μετ᾽ ἐγκωμίων· σοί δέ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γάρ ὄντως καί Προφητῶν σεβασμιώτερος, ὅτι καί ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τόν κηρυττόμενον· ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καί τοῖς ἐν ᾅδῃ, Θεόν φανερωθέντα ἐν σαρκί, τόν αἴροντα τήν ἁμαρτίαν τοῦ κόσμου, καί παρέχοντα ἡμῖν τό μέγα ἔλεος.

Κοντάκιον
Ἦχος πλάγιος β’.
Τήν σωματικήν σου παρουσίαν δεδοικώς ὁ Ἰορδάνης, φόβῳ ἀπεστρέφετο· τήν προφητικήν δέ λειτουργίαν ἐκπληρῶν ὁ Ἰωάννης, τρόμῳ ὑπεστέλλετο· τῶν Ἀγγέλων αἱ τάξεις ἐξεπλήττοντο, ὁρῶσαί σε ἐν ῥείθροις σαρκί βαπτιζόμενον· καί πάντες οἱ ἐν τῷ σκότει κατηυγάζοντο, ἀνυμνοῦντες σέ τόν φανέντα, καί φωτίσαντα τά πάντα.

Μεγαλυνάριον
Χειρί σου βαπτίσας, ὦ Βαπτιστά, τὸν διὰ θαλάσσης, ἀγαγόντα τὸν Ἰσραήλ, Προφητῶν ἁπάντων, ὑπέρτερος ἐδείχθης· διὸ ἀνευφημοῦμεν τὴν θείαν χάριν σου.

Α’ & Β’ ΕΥΡΕΣΗ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ

Ἀπολυτίκιον Απολυτίκιο Εύρεσης της Α’ και Β’ Τιμίας Κεφαλής
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ἐκ γῆς ἀνατείλασα ἡ τοῦ Προδρόμου κεφαλή, ἀκτῖνας ἀφίησι τῆς ἀφθαρσίας, πιστοῖς τῶν ἰάσεων· ἄνωθεν συναθροίζει, τήν πληθύν τῶν Ἀγγέλων, κάτωθεν συγκαλεῖται, τῶν ἀνθρώπων τό γένος, ὁμόφωνον ἀναπέμψαι, δόξαν Χριστῷ τῷ Θεῷ.

Κοντάκιον
Ἦχος β’. Τά ἄνω ζητῶν.
Προφήτα Θεοῦ, καί Πρόδρομε τῆς χάριτος, τήν Κάραν τήν σήν, ὡς ῥόδον Ἱερώτατον, ἐκ τῆς γῆς εὑράμενοι, τάς ἰάσεις πάντοτε λαμβάνομεν· καί γάρ πάλιν ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τήν μετάνοιαν.

Γ΄ ΕΥΡΕΣΗ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ

Ἀπολυτίκιον  Απολυτίκιο Γ’ Ευρέσεως της Κεφαλής του Τιμίου Προδρόμου
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὡς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῇ, Χριστὸς ἀπεκάλυψε, τὴν Κεφαλήν σου ἡμῖν, Προφῆτα καὶ Πρόδρομε, πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτῃ εὒρέσει, ᾄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σώζοντα ἡμᾶς ἐκ φθορᾶς ταῖς ἱκεσίαις σου.

Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Προφῆτα Θεοῦ, καὶ Πρόδρομε τῆς χάριτος, τὴν Κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον, ἐκ τῆς γῆς εὐράμενοι, τὰς ἰάσεις πάντοτε λαμβάνομεν· καὶ γὰρ πάλιν ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν.

Ἕτερον Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς οὐρανίων δωρεῶν πηγὴ θεόβρυτος τῇ Ἐκκλησίᾳ ἐκ βυθοῦ τῆς γῆς ἀνέλαμψε ἡ ἁγία Κεφαλή σου Χριστοῦ Προφῆτα ἦς τὴν τρίτην ἑορτάζοντες φανέρωσιν ἀνυμνοῦμεν τῶν θαυμάτων σου τὸ μέγεθος καὶ βοῶμέν σοι, χαῖρε Λόγου ὁ Πρόδρομος.

Μεγαλυνάριον
Τρίτην τῆς παντίμου σου Κεφαλῆς, μνείαν ἐκτελοῦμεν, ἣν ἐδόξασεν ἡ Τριάς, Βαπτιστὰ Κυρίου· ἐκ γῆς γὰρ τρίτως ὤφθη, μετανοεῖτε πᾶσιν, ἀνακραυγάζουσα.

ΓΕΝΕΘΛΙΟ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ

Ἀπολυτίκιον Απολυτίκιο Γενεσίου Τιμίου Προδρόμου
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Προφῆτα καὶ Πρόδρομε, τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφημῆσαι σέ, οὐκ εὐποροῦμεν ἠμεῖς, οἱ πόθω τιμῶντες σέ, στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυται τὴ ἐνδόξω, καὶ σεπτή σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσμω κηρύττεται.

Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἡ πρὶν στείρα σήμερον, Χριστοῦ τὸν Πρόδρομον τίκτει, καὶ αὐτὸς τὸ πλήρωμα, πάσης τῆς προφητείας, ὅνπερ γάρ, προανεκήρυξαν οἱ Προφῆται, τοῦτον δή, ἐν Ἰορδάνῃ χειροθετήσας, ἀνεδείχθη Θεοῦ Λόγου, Προφήτης Κῆρυξ ὁμοὺ καὶ Πρόδρομος.

ΑΠΟΤΟΜΗ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ

Ἀπολυτίκιον Απολυτίκιο Αποτομής της Κεφαλής του Τιμίου Προδρόμου
Ἦχος β’.
Μνήμη δικαίου μετ᾽ ἐγκωμίων· σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον· ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾅδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς πάντων ὑπέρτερος, τῶν Προφητῶν ἀληθῶς, αὐτόπτης καὶ Πρόδρομος, τῆς παρουσίας Χριστοῦ, Προφῆτα γεγένησαι, ὅθεν καὶ παρ’ Ἡρῴδου, ἐκτμηθεῖς σου τὴν Κάραν, ἔδραμες τοὶς ἐν Ἅδῃ, προκηρύξαι τὸ λύτρον διὸ σὲ Ἰωάννη Βαπτιστά, ποθῶ γεραίρομεν.

Κοντάκιον
Ἦχος πλ. α’.
Ἡ τοῦ Προδρόμου ἔνδοξος ἀπoτομή, οἰκονομία γέγονέ τις θεϊκή, ἵνα καὶ τοῖς ἐν ᾅδη τοῦ Σωτῆρος κηρύξῃ τὴν ἔλευσιν. Θρηνείτω οὖν Ἡρωδιάς, ἄνομον φόνον αἰτήσασα, οὐ νόμον γὰρ τὸν τοῦ Θεοῦ, οὐ ζῶντα αἰώνα ἠγάπησεν, ἀλλ᾽ ἐπίπλαστον πρόσκαιρον.

ΣΥΛΛΗΨΗ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ

Ἀπολυτίκιον Απολυτίκιο Συλλήψεως Αγ. Ιωάννου του Προδρόμου
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἡ πρώην οὐ τίκτουσα, στεῖρα εὐφράνθητι, ἰδοὺ γὰρ συνέλαβες, Ἡλίου λύχνον σαφῶς, φωτίζειν τὸν μέλλοντα, πᾶσαν τὴν οἰκουμένην, ἀβλεψίαν νοσοῦσαν, χόρευε Ζαχαρία, ἐκβοῶν παρῥησίᾳ· Προφήτης τοῦ Ὑψίστου ἐστίν, ὁ μέλλων τίκτεσθαι.

Κοντάκιον
Ἦχος α’. Χορὸς Ἀγγελικὸς
Εὐφραίνεται λαμπρῶς, Ζαχαρίας ὁ μέγας καὶ ἡ πανευκλεής, Ἐλισάβετ ἡ σύζυξ, ἀξίως συλλαμβάνουσα, Ἰωάννην τὸν Πρόδρομον, ὃν Ἀρχάγγελος εὐηγγελίσατο χαίρων, καὶ οἱ ἄνθρωποι, ἀξιοχρέως τιμῶμεν, ὡς μύστην τῆς χάριτος.

Κάθισμα
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἐλισάβετ στειρώσεως ἠλευθέρωται, ἡ Παρθένος δὲ πάλιν Παρθένος ἔμεινεν, ὅτε φωνῇ τοῦ Γαβριήλ, γαστρὶ συνέλαβεν, ἀλλ’ ἐν νηδύϊ προσκιρτᾷ τὸν ἐν γαστρὶ παρθενικῇ, Θεὸν προγνοὺς καὶ Δεσπότην, ὁ Πρόδρομος Ἰωάννης, εἰς σωτηρίαν ἡμῶν σαρκούμενον.

Ἕτερον Κάθισμα
Ἦχος δ’. Κατεπλάγη Ἰωσὴφ.
Θυμιῶντι ἐν ναῷ, τῷ Ζαχαρίᾳ Ἱερεῖ, Γαβριὴλ ἐξ οὐρανοῦ, ἐπέστη λέγων πρὸς αὐτον· Ὅτι ἐν γήρᾳ σου ἕξεις καρπὸν εὐκλεῆ. Καὶ στείρωσις ἡ πρίν, τῆς Ἐλισάβετ νυνί, λυθήσεται εὐθύς, καὶ ἀκαρπία γονῆς, καὶ συλλαβοῦσα τέξεται τὸν κήρυκα, τοῦ Ἰησοῦ τε καὶ Πρόδρομον. Αὐτῶν πρεσβείαις, Σωτὴρ τοῦ κόσμου, σῶσον τάς ψυχὰς ἡμῶν.

Ὁ Οἶκος
Τὸ ἱερὸν Εὐαγγέλιον ἀναπτύξωμεν, ὁ Λουκᾶς ἡμῖν ἔγραψεν ὁ Ἱερὸς καὶ θαυμάσιος, καὶ τὴν τοῦ Προδρόμου θεασώμεθα σύλληψιν, τὴν φαιδρὰν καὶ ἐπίσημον· φησὶ γάρ, ὡς εἰσῆλθεν ὁ πρεσβύτης καὶ δίκαιος Ζαχαρίας, εἰς τὰ Ἅγια τῶν Ἁγίων τοῦ θυμιᾶσαι, τῷ τῆς ἐφημερίας καιρῷ, ἐπέστη αὐτῷ Γαβριήλ, εὐαγγελιζόμενος καὶ λέγων· Ἕξεις Ἱεράρχα υἱὸν ἐν τῷ γήρᾳ, Προφήτην τε καὶ Πρόδρομον, φωνήν τε καὶ κήρυκα, καὶ λύχνον ἀείφωτον, τὸν μύστην τῆς χάριτος.

..............................................................................................................................................................
Μοιραστείτε το

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνσή σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *